Πέμπτη, 13 Απριλίου 2017


Ἡ ζωή ἐν τάφω
κατετέθης, Χριστέ,
καί ἀγγέλων στρατιαί ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τήν σήν.

Ἡ ζωή, πῶς θνήσκεις;
πῶς καί τάφω οἰκεῖς;
τοῦ θανάτου τό βασίλειον λύεις δέ,
καί τοῦ Ἅδου τούς νεκρούς ἑξανιστᾶς.

Μεγαλύνομεν σέ,
Ἰησοῦ βασιλεῦ,
καί τιμῶμεν τήν ταφήν καί τά πάθη σου,
δί' ὧν ἔσωσας ἠμᾶς ἐκ τῆς φθορᾶς.

Ὁ δεσπότης πάντων
καθορᾶται νεκρός,
καί ἐν μνήματι καινῶ κατατίθεται
ὁ κενώσας τά μνημεῖα τῶν νεκρῶν.

Ὁ ὡραῖος κάλλει
παρά πάντας βροτούς
ὡς ἀνείδεος νεκρός καταφαίνεται,
ὁ τήν φύσιν ὠραΐσας τοῦ παντός.

Ὤ θαυμάτων ξένων,
ὤ πραγμάτων καινῶν!
ὁ πνοῆς μοί χορηγός ἀπνοῦς φέρεται
κηδευόμενος χερσί τοῦ Ἰωσήφ.

Οἶμοι, φῶς τοῦ κόσμου
οἶμοι φῶς τό ἐμόν!
Ἰησοῦ μου ποθεινότατε, ἔκραζεν
ἡ Παρθένος θρηνωδοῦσα γοερῶς.

Ὤ Θεέ καί λόγε,
ὤ χαρά ἡ ἐμή,
πῶς ἐνέγκω σου ταφήν τήν τριήμερον;
νῦν σπαράττομαι τά σπλάχνα μητρικῶς.

Προσκυνῶ τό πάθος,
ἀνυμνῶ τήν ταφήν,
μεγαλύνω σου τό κράτος, φιλάνθρωπε,
δί' ὧν λέλυμαι παθῶν φθοροποιῶν.